Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.1.3 | Hdt. 1.2.2 (English) | >>Hdt. 1.4.2 |
1.2.1
οὕτω μὲν Ἰοῦν ἐς Αἴγυπτον ἀπικέσθαι λέγουσι Πέρσαι , οὐκ ὡς Ἕλληνες , καὶ τῶν ἀδικημάτων πρῶτον τοῦτο ἄρξαι . μετὰ δὲ ταῦτα Ἑλλήνων τινάς (οὐ γὰρ ἔχουσι τοὔνομα ἀπηγήσασθαι ) φασὶ τῆς Φοινίκης ἐς Τύρον προσσχόντας ἁρπάσαι τοῦ βασιλέος τὴν θυγατέρα Εὐρώπην . εἴησαν δʼ ἄν οὗτοι Κρῆτες . ταῦτα μὲν δὴ ἴσα πρὸς ἴσα σφι γενέσθαι · μετὰ δὲ ταῦτα Ἕλληνας αἰτίους τῆς δευτέρης ἀδικίης γενέσθαι .
1.2.2 καταπλώσαντας γὰρ μακρῇ νηὶ ἐς Αἶαν τε τὴν Κολχίδα καὶ ἐπὶ Φᾶσιν ποταμόν , ἐνθεῦτεν , διαπρηξαμένους καὶ τἄλλα τῶν εἵνεκεν ἀπίκατο , ἁρπάσαι τοῦ βασιλέος τὴν θυγατέρα Μηδείην .
1.2.3 πέμψαντα δὲ τὸν Κόλχων βασιλέα ἐς τὴν Ἑλλάδα κήρυκα αἰτέειν τε δίκας τῆς ἁρπαγῆς καὶ ἀπαιτέειν τὴν θυγατέρα . τοὺς δὲ ὑποκρίνασθαι ὡς οὐδὲ ἐκεῖνοι Ἰοῦς τῆς Ἀργείης ἔδοσάν σφι δίκας τῆς ἁρπαγῆς · οὐδὲ ὦν αὐτοὶ δώσειν ἐκείνοισι .
ch. 3
1.3.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.1.3 | Hdt. 1.2.2 (English) | >>Hdt. 1.4.2 |